Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.34.2 | Hdt. 6.35.3 (English) | >>Hdt. 6.37.2 |
6.35.1
ἐν δὲ τῇσι Ἀθήνῃσι τηνικαῦτα εἶχε μὲν τὸ πᾶν κράτος Πεισίστρατος , ἀτὰρ ἐδυνάστευέ γε καὶ Μιλτιάδης ὁ Κυψέλου ἐὼν οἰκίης τεθριπποτρόφου , τὰ μὲν ἀνέκαθεν ἀπʼ Αἰακοῦ τε καὶ Αἰγίνης γεγονώς , τὰ δὲ νεώτερα Ἀθηναῖος , Φιλαίου τοῦ Αἴαντος παιδὸς γενομένου πρώτου τῆς οἰκίης ταύτης Ἀθηναίου .
6.35.2 οὗτος ὁ Μιλτιάδης κατήμενος ἐν τοῖσι προθύροισι τοῖσι ἑωυτοῦ , ὁρέων τοὺς Δολόγκους παριόντας ἐσθῆτα ἔχοντας οὐκ ἐγχωρίην καὶ αἰχμὰς προσεβώσατο καί σφι προσελθοῦσι ἐπηγγείλατο καταγωγὴν καὶ ξείνια . οἱ δὲ δεξάμενοι καὶ ξεινισθέντες ὑπʼ αὐτοῦ ἐξέφαινον πᾶν τὸ μαντήιον , ἐκφήναντες δὲ ἐδέοντο αὐτοῦ τῷ θεῷ μιν πείθεσθαι .
6.35.3 Μιλτιάδεα δὲ ἀκούσαντα παραυτίκα ἔπεισε ὁ λόγος οἷα ἀχθόμενόν τε τῇ Πεισιστράτου ἀρχῇ καὶ βουλόμενον ἐκποδὼν εἶναι . αὐτίκα δὲ ἐστάλη ἐς Δελφούς , ἐπειρησόμενος τὸ χρηστήριον εἰ ποιοίη τά περ αὐτοῦ οἱ Δόλογκοι προσεδέοντο .
ch. 36
6.36.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.34.2 | Hdt. 6.35.3 (English) | >>Hdt. 6.37.2 |